Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.331 Joseph. AJ 18.336 (English) >>Joseph. AJ 18.341

18.334τοῦ δὲ Ἀβδαγάσου κελεύοντος συγχώρημα αὐτῷ γενέσθαι κτείναντα αὐτὸν ἄποινα ἀπολαβεῖν ὑπὲρ ὧν ὑβρίσειεν εἰς τὴν Παρθυαίων ἀρχήνἀλλʼ οὐκ ἄν, εἶπεν βασιλεύς, συγχώρημα διδοίην ἐπʼ ἀνδρὶ πίστει τῇ εἰς ἐμὲ τεθαρρηκότι καὶ προσέτι δεξιάν τε πέμψας καὶ θεῶν ὅρκοις πιθανὸς γενέσθαι σπουδάσας. 18.335εἰ δὲ ἀνὴρ τυγχάνεις τὰ πολέμια ἀγαθός, μηδὲν ἐπιορκίας χρῄζων τῆς ἐμῆς Παρθυαίων ἐκδίκει τὴν ἀρχὴν περιυβρισμένην· ἐπαναχωροῦντι γὰρ ἐπιθέμενος περιγίνου κράτει τῷ 18.336περὶ σὲ καὶ μετʼ ἀγνοίας τῆς ἐμῆς.” ἕωθεν δὲ μετακαλέσας τὸν Ἀσιναῖονὥρα σοι, φησίν, νεανία, χωρεῖν ἐπὶ τὰ σαυτοῦ, μὴ καὶ πλείοσιν τῶν ἐνθάδε στρατηγῶν τὴν ὀργὴν ἐρεθίσειας ἐπιχειρεῖν σου τῇ σφαγῇ καὶ δίχα γνώμης τῆς ἐμῆς. 18.337παρακαταθήκην δέ σοι δίδωμι τὴν Βαβυλωνίαν γῆν ἀλῄστευτόν τε καὶ ἀπαθῆ κακῶν ἐσομένην ὑπὸ τῶν σῶν φροντίδων. ἄξιον δέ μοι τυγχάνειν σου χρηστοῦ ἀνεπίκλητόν σοι παρασχόμενος τὴν ἐμαυτοῦ πίστιν, οὐκ 18.338ἐπὶ κούφοις ἀλλʼ ἐπὶ τοῖς εἰς σωτηρίαν ἀνακειμένοις.” ταῦτα εἰπὼν καὶ δῶρα δοὺς τοτηνίκα ἐκπέμπει τὸν Ἀσιναῖον. δὲ εἰς τὴν οἰκείαν παραγενόμενος φρούρια κατασκευάζει καὶ ὁπόσα πρότερον ὠχύρου, μέγας τε ἐν ὀλίγῳ γεγόνει καὶ οἷος οὐκ ἄλλος τῶν πρότερον ἐκ τοιαύτης ἀφορμῆς ἅψασθαι πραγμάτων ἐν τόλμῃ γεγονότων,


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.331 Joseph. AJ 18.336 (English) >>Joseph. AJ 18.341

Powered by PhiloLogic